Homer, Iliad 6.466–475, read in Greek by Carolyn Higbie

Publication information:

“Homer, Iliad 6.466–475, Read in Greek by Carolyn Higbie”. 1997. Cambridge, MA: Department of the Classics, Harvard University.

Full text

Embed
Harvard Classics · Homer, Iliad 6.466-475 (read in Greek by Carolyn Higbie)

 

ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·

ἂψ δ’ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης

ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς

ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,

δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.    470

ἐκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·

αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ,

καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·

αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν

εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι·         475

Recorded: Boylston Hall

Audio Engineer: Bill