Homer, Iliad 24.468–516, read in Greek by Gregory Nagy

Citation:

1997. “Homer, Iliad 24.468–516, read in Greek by Gregory Nagy.” Cambridge, MA: Department of the Classics, Harvard University.

Full Text

ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

Ἑρμείας· Πρίαμος δ’ ἐξ ἵππων ἆλτο χαμᾶζε,

Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων            470

ἵππους ἡμιόνους τε· γέρων δ’ ἰθὺς κίεν οἴκου,

τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν

εὗρ’, ἕταροι δ’ ἀπάνευθε καθήατο· τὼ δὲ δύ’ οἴω

ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος

ποίπνυον παρεόντε· νέον δ’ ἀπέληγεν ἐδωδῆς             475

ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.

τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ ἄρα στὰς

χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας

δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.

ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ, ὅς τ’ ἐνὶ πάτρῃ     480

φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον

ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ ἔχει εἰσορόωντας,

ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·

θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.

τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·           485

μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,

τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·

καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες

τείρουσ’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.

ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων                  490

χαίρει τ’ ἐν θυμῷ, ἐπί τ’ ἔλπεται ἤματα πάντα

ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·

αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι.

πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν·             495

ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,

τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.

τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν·

ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,

τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης           500

Ἕκτορα· τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν

λυσόμενος παρὰ σεῖο, φέρω δ’ ἀπερείσι’ ἄποινα.

ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ’ ἐλέησον

μνησάμενος σοῦ πατρός· ἐγὼ δ’ ἐλεεινότερός περ,

ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,           505

ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι.

ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·

ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.

τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο

κλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,       510

αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’ αὖτε

Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει.

αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,

καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,

αὐτίκ’ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη      515

οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,

See also: Greek poetry, Homer
Last updated on 10/18/2015