Homer, Iliad 9.307–429, read in Greek by Gregory Nagy

Citation:

1997. “Homer, Iliad 9.307–429, read in Greek by Gregory Nagy.” Cambridge, MA: Department of the Classics, Harvard University.

Full Text

τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ

χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,

ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,             310

ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.

ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν

ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.

αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·

οὔτ’ ἔμεγ’ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω             315

οὔτ’ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

μάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί.

ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·

ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·

κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.       320

οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ

αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι

μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ,

ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,              325

ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων

ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.

δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων,

πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·

τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ                   330

ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον

Ἀτρεΐδῃ· ὃ δ’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι

δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχεσκεν.

ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·

τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν    335

εἵλετ’, ἔχει δ’ ἄλοχον θυμαρέα· τῇ παριαύων

τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν

Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας

Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο;

ἦ μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπων           340

Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν

ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.

νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ ἀπάτησε

μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.                  345

ἀλλ’ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι

φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.

ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,

καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ

εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·             350

ἀλλ’ οὐδ’ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο

ἴσχειν· ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον

οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,

ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·

ἔνθά ποτ’ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.    355

νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ

αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι

νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω,

ὄψεαι, αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσας          360

νῆας ἐμάς, ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·

εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος

ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.

ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·

ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν              365

ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον

ἄξομαι, ἅσσ’ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,

αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων

Ἀτρεΐδης· τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω

ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ            370

εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν

αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ’ ἂν ἔμοιγε

τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·

οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·

ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν· οὐδ’ ἂν ἔτ’ αὖτις      375

ἐξαπάφοιτ’ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος

ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.

ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.

οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη

ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,          380

οὐδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ’ ὅσα Θήβας

Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,

αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας

ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·

οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,          385

οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων

πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.

κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,

οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,

ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·                    390

οὐδέ μιν ὧς γαμέω· ὃ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω,

ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.

ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι,

Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.

πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε          395

κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,

τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν.

ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ

γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν

κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·       400

οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν

Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον

τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει

Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.               405

ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,

κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,

ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ

οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.

μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα            410

διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.

εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,

ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·

εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,

ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν         415

ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη.

καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην

οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.                420

ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν

ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·

ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,

ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν

νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ’ ἑτοίμη    425

ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·

Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω,

ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται

αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω.

See also: Greek poetry, Homer
Last updated on 10/18/2015