Citation:
Full Text
ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
πάντοσε δαιδάλλων, περὶ δ’ ἄντυγα βάλλε φαεινὴν
τρίπλακα μαρμαρέην, ἐκ δ’ ἀργύρεον τελαμῶνα. 480
πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν,
ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν,
ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται, 485
Πληϊάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
Ἄρκτόν θ’, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,
οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων 490
καλάς. ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν εἰλαπίναι τε,
νύμφας δ’ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ ὑμέναιος ὀρώρει·
κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον, ἐν δ’ ἄρα τοῖσιν
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες 495
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
ὠρώρει, δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντ’ ἀποδοῦναι
δήμῳ πιφαύσκων, ὃ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι· 500
ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων· 505
τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, 510
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
οἳ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο.
τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας· 515
οἳ δ’ ἴσαν· ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
ἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπολίζονες ἦσαν.
Variant reading of line 499
ἀνδρὸς ἀποκταμένου· ὃ μὲν εὔχετο πάντ’ ἀποδοῦναι