Homer, Iliad 1.1–16 , read in Greek by Gregory Nagy

Citation:

1997. “Homer, Iliad 1.1–16 , read in Greek by Gregory Nagy.” Cambridge, MA: Department of the Classics, Harvard University.

Full Text

μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,

πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν

ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή,                    5

ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς

νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,    10

οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,

στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,    15

Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·

A different version of the first verse

Μούσας ἀείδω καὶ Ἀπόλλωνα κλυτότοξον

A three-line alternative to the first nine verses

ἔσπετε νῦν μοι, Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι,

ὅππως δὴ μῆνις τε χόλος θ’ ἕλε Πηλείωνα

Λητοῦς τ’ ἀγλαὸν υἱόν. ὁ γὰρ Βασιλῆι χολωθεὶς

Related content

Metrical features in Iliad 1.1–16

See also: Greek poetry, Homer
Last updated on 10/18/2015